Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.124.1 | Hdt. 6.125.3 (English) | >>Hdt. 6.126.2 |
6.125.1
οἱ δὲ Ἀλκμεωνίδαι ἦσαν μὲν καὶ τὰ ἀνέκαθεν λαμπροὶ ἐν τῇσι Ἀθήνῃσι , ἀπὸ δὲ Ἀλκμέωνος καὶ αὖτις Μεγακλέος ἐγένοντο καὶ κάρτα λαμπροί .
6.125.2 τοῦτο μὲν γὰρ Ἀλκμέων ὁ Μεγακλέος τοῖσι ἐκ Σαρδίων Λυδοῖσι παρὰ Κροίσου ἀπικνεομένοισι ἐπὶ τὸ χρηστήριον τὸ ἐν Δελφοῖσι συμπρήκτωρ τε ἐγίνετο καὶ συνελάμβανε προθύμως , καί μιν Κροῖσος πυθόμενος τῶν Λυδῶν τῶν ἐς τὰ χρηστήρια φοιτεόντων ἑωυτὸν εὖ ποιέειν μεταπέμπεται ἐς Σάρδις , ἀπικόμενον δὲ δωρέεται χρυσῷ τὸν ἂν δύνηται τῷ ἑωυτοῦ σώματι ἐξενείκασθαι ἐσάπαξ .
6.125.3 ὁ δὲ Ἀλκμέων πρὸς τὴν δωρεὴν ἐοῦσαν τοιαύτην τοιάδε ἐπιτηδεύσας προσέφερε · ἐνδὺς κιθῶνα μέγαν καὶ κόλπον βαθὺν καταλιπόμενος τοῦ κιθῶνος , κοθόρνους τε τοὺς εὕρισκε εὐρυτάτους ἐόντας ὑποδησάμενος , ἤιε ἐς τὸν θησαυρὸν ἐς τόν οἱ κατηγέοντο .
6.125.4 ἐσπεσὼν δὲ ἐς σωρὸν ψήγματος πρῶτα μὲν παρέσαξε παρὰ τὰς κνήμας τοῦ χρυσοῦ ὅσον ἐχώρεον οἱ κόθορνοι , μετὰ δὲ τὸν κόλπον πάντα πλησάμενος τοῦ χρυσοῦ καὶ ἐς τὰς τρίχας τῆς κεφαλῆς διαπάσας τοῦ ψήγματος καὶ ἄλλο λαβὼν ἐς τὸ στόμα , ἐξήιε ἐκ τοῦ θησαυροῦ ἕλκων μὲν μόγις τοὺς κοθόρνους , παντὶ δὲ τεῷ οἰκὼς μᾶλλον ἢ ἀνθρώπῳ · τοῦ τό τε στόμα ἐβέβυστο καὶ πάντα ἐξώγκωτο .
6.125.5 ἰδόντα δὲ τὸν Κροῖσον γέλως ἐσῆλθε , καί οἱ πάντα τε ἐκεῖνα διδοῖ καὶ πρὸς ἕτερα δωρέεται οὐκ ἐλάσσω ἐκείνων . οὕτω μὲν ἐπλούτησε ἡ οἰκίη αὕτη μεγάλως , καὶ ὁ Ἀλκμέων οὗτος οὕτω τεθριπποτροφήσας Ὀλυμπιάδα ἀναιρέεται .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.124.1 | Hdt. 6.125.3 (English) | >>Hdt. 6.126.2 |